Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.238 Joseph. AJ 10.243 (English) >>Joseph. AJ 10.249

10.242ἀλλὰ καὶ Ναβουχοδονοσόρου μεταστάντος εἰς δίαιταν θηρίων ἐφʼ οἷς ἠσέβησε καὶ μετὰ πολλὰς ἱκεσίας καὶ δεήσεις ἐλεηθέντος ἐπανελθεῖν εἰς τὸν ἀνθρώπινον βίον καὶ τὴν βασιλείαν, καὶ διὰ ταῦτα τὸν θεὸν ὡς τὴν ἅπασαν ἔχοντα δύναμιν καὶ προνοούμενον τῶν ἀνθρώπων μέχρις οὗ καὶ ἐτελεύτησεν ὑμνοῦντος, λήθην αὐτὸς ἔλαβε τούτων καὶ πολλὰ μὲν ἐβλασφήμησε τὸ θεῖον, τοῖς δὲ σκεύεσιν αὐτοῦ μετὰ τῶν παλλακίδων διηκονεῖτο. 10.243ταῦτα ὁρῶντα τὸν θεὸν ὀργισθῆναι αὐτῷ καὶ διὰ τῶν γεγραμμένων προκαταγγέλλειν, εἰς οἷον αὐτὸν καταστρέψαι δεῖ τέλος. ἐδήλου δὲ τὰ γράμματα τάδε· μάνη· τούτῳ δὲ ἔλεγεν Ἑλλάδι γλώσσῃ σημαίνοιτο ἂν ἀριθμός, ὥσπερ τῆς ζωῆς σου τὸν χρόνον καὶ τῆς ἀρχῆς ἠρίθμηκεν θεὸς καὶ περισσεύειν ἔτι σοι βραχὺν χρόνον. 10.244θέκελ· σημαίνει τοῦτο τὸν σταθμόν· στήσας οὖν σου λέγει τὸν χρόνον τῆς βασιλείας θεὸς ἤδη καταφερομένην δηλοῖ. φαρές· καὶ τοῦτο κλάσμα δηλοῖ καθʼ Ἑλλάδα γλῶτταν· κλάσει τοιγαροῦν σου τὴν βασιλείαν καὶ Μήδοις αὐτὴν καὶ Πέρσαις διανεμεῖ. 10.245

Δανιήλου δὲ ταῦτα τῷ βασιλεῖ σημαίνειν φράσαντος τὰ ἐν τῷ τοίχῳ γράμματα τὸν μὲν Βαλτασάρην, οἷον εἰκὸς ἐφʼ οὕτω χαλεποῖς τοῖς δεδηλωμένοις, λύπη καὶ συμφορὰ κατέλαβεν· 10.246οὐ μὴν ὡς προφήτῃ αὐτῷ κακῶν γενομένῳ τὰς δωρεὰς ἃς ὑπέσχετο δώσειν οὐ δίδωσιν, ἀλλὰ πάσας παρέσχε, τὸ μὲν ἐφʼ οἷς δοθήσονται λογιζόμενος ἴδιον αὐτοῦ καὶ τῆς ἀνάγκης, ἀλλʼ οὐχὶ τοῦ προφητεύσαντος εἶναι, τὰ δὲ ὡμολογημένα κρίνων ἀνδρὸς ἀγαθοῦ καὶ δικαίου, κἂν σκυθρωπὰ τὰ μέλλοντα συμβαίνειν οὕτως ἔκρινε·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.238 Joseph. AJ 10.243 (English) >>Joseph. AJ 10.249

Powered by PhiloLogic